TLG 1340 001 :: 〈ECCELUS〉 :: Fragmentum

〈ECCELUS〉 Phil.
(3/2 B.C.)

Fragmentum

Source: Thesleff, H. (ed.), The Pythagorean texts of the Hellenistic period. Åbo: Åbo Akademi, 1965: 77–78.

Citation: Page — (line)

77

(14t)

Περὶ δικαιοσύνης
15Stob. 3.9.51 p. 362 He. (Mullach 2 p. 26, Harder p. 26) Ἐκκέλου
Πυθαγορείου Λευκανοῦ Περὶ δικαιοσύνης. Δοκεῖ μοι τῶν ἀνδρῶν τὰν77

78

δικαιοσύναν ματέρα τε καὶ τιθήναν τᾶν ἀλλᾶν ἀρετᾶν προσειπέν· ἄτερ γὰρ ταύτας οὔτε σώφρονα οὔτε ἀνδρεῖον οὔτε φρόνιμον οἷόν τε ἦμεν. ἁρμονία γάρ ἐστι καὶ εἰράνα τᾶς ὅλας ψυχᾶς μετ’ εὐρυθμίας. δηλοφα‐ νέστερον δέ κα γένοιτο τὸ ταύτας κράτος ἐτάζουσιν ἁμῖν τὰς ἄλλας
5ἕξιας. μερικὰν γὰρ ἔχοντι αὗται τὰν ὠφέλειαν, καὶ ποθ’ ἕνα· ἁ δὲ ποθ’ ὅλα τὰ συστάματα, καὶ ἐν πλάθει. ἐν κόσμῳ μὲν ὦν αὐτὰ τὰν ὅλων ἀρχὰν διαστραταγοῦσα πρόνοιά τε καὶ ἁρμονία καὶ δίκα καὶ νῶς τινὸς θεῶν οὕτω ψαφιξαμένω· ἐν πόλει δὲ εἰράνα τε καὶ εὐνομία δικαίως κέκληται· ἐν οἴκῳ δ’ ἔστιν ἀνδρὸς μὲν καὶ γυναικὸς ποτ’ ἀλλάλως
10ὁμοφροσύνα, οἰκετᾶν δὲ ποτὶ δεσπότας εὔνοια, δεσποτᾶν δὲ ποτὶ θεράποντας καδεμονία· ἐν σώματι δὲ καὶ ψυχᾷ πράτα μὲν ἁ πᾶσιν ἀγαπατοτάτα ζωά, ἅ τε ὑγίεια καὶ ἀρτιότας, σοφία τ’ ἐκ τᾶς ἐπιστάμας τε καὶ δικαιοσύνας γενομένα ἁ παρ’ ἀνθρώποις. εἰ δ’ αὐτὰ τὸ ὅλον καὶ τὰ μέρεα οὕτω παιδαγωγεῖ τε καὶ σῴζει ὁμόφρονα καὶ ποτάγορα
15ἀλλάλοις ἀπεργαζομένα, πῶς οὔ 〈κα〉 μάτηρ καὶ τιθήνα πασᾶν τε καὶ
πάντων παμψαφεὶ λέγοιτο;78